Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.311 Joseph. AJ 16.317 (English) >>Joseph. AJ 16.322

16.315εὐθὺς οὖν καὶ τούτους βασιλεὺς ἐν ὑποψίαις ἔχων ἐβασάνιζεν, οἱ δὲ διακαρτερήσαντες πολὺν χρόνον ὕστερον ἔλεγον, ὅτι πείθοι φονεύειν αὐτοὺς Ἡρώδην Ἀλέξανδρος, ἐπεὶ περὶ κυνηγέσιον θηρίων διώκων προλάβοι· δυνατὸν γὰρ εἶναι λέγειν ὡς ἀπὸ τοῦ ἵππου κατενεχθεὶς ἐμπαρείη ταῖς αὐτοῦ λόγχαις· 16.316καὶ γὰρ πρότερον αὐτῷ τοιοῦτον γενέσθαι πάθος. ἐπέδειξαν δὲ καὶ τὸ χρυσίον ἐν ἱππῶνι κατορωρυγμένον καὶ τὸν ἀρχικύνηγον ἐξήλεγχον, ὅτι καὶ λόγχας αὐτοῖς δοίη βασιλικὰς καὶ τοῖς Ἀλέξανδρον θεραπεύουσιν ὅπλα κελεύοντος ἐκείνου. 16.317

Μετὰ τούτους φρούραρχος Ἀλεξανδρείου συλληφθεὶς ἐβασανίζετο· καὶ γὰρ ἐκεῖνος αἰτίαν εἶχεν δέξεσθαι τῇ φρουρᾷ καὶ παρέξειν χρήματα τοῖς νεανίσκοις ὑπεσχῆσθαι τὰ κείμενα τῶν βασιλικῶν κατʼ ἐκεῖνο τὸ φρούριον. 16.318αὐτὸς μὲν οὖν οὐδὲν ὡμολόγησεν, υἱὸς δὲ αὐτοῦ παρελθὼν ταῦτʼ ἔφη γενέσθαι, καὶ γράμματα ἐπέδωκεν ὡς εἰκάσαι τῆς Ἀλεξάνδρου χειρός· “τελέσαντες σὺν θεῷ εἰπεῖν προεθέμεθα πάντα ἥξομεν πρὸς ὑμᾶς· ἀλλὰ πειράθητε, καθὼς ὑπέσχησθε, 16.319δέξασθαι ἡμᾶς τῷ φρουρίῳ.” μετὰ τοῦτο τὸ γραμματεῖον μὲν Ἡρώδης οὐκ ἐνδοιασίμως εἶχεν περὶ τῆς τῶν παίδων εἰς αὐτὸν ἐπιβουλῆς, Ἀλέξανδρος δὲ Διόφαντον ἔφη τὸν γραμματέα μιμήσασθαι τὸν τύπον καὶ διʼ Ἀντιπάτρου κακουργηθῆναι τὸ γραμματίδιον· γάρ τοι Διόφαντος ἐδόκει τὰ τοιαῦτα δεινὸς ἐν ὑστέρῳ τε διελεγχθεὶς ἐπʼ ἄλλοις οὕτως ἀπέθανεν.



Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 16.311 Joseph. AJ 16.317 (English) >>Joseph. AJ 16.322

Powered by PhiloLogic